Ancient Greek
425.2
Theopompus Hist., Testimonia 425.2
Unproofread scanNot analysed yet
Contra moderationem Philippi post reporta- tam victoriam laudant Polyb. V, 10; Justin. IX, 4; Ælian. V. H. VIII, 15. Theopompi narratio- nem reddere videtur Diodorus XVI, 87 :Λέγουσι δὲ τινες ὅτι καὶ παρὰ τὸν πότον πολὺν ἐμφορησάμενος ἄκρατον, καὶ μετὰ τῶν φίλων τὸν ἐπινίκιον ἄγωνα κώμων, διὰ μέσων τῶν αἰχμαλώτων ἐδιδάξεν, ὑβρίζων διὰ λόγων τὰς τῶν ἀκληρούντων δυστυχίας. Δημᾶδην δὲ τὸν ῥήτορα κατ' ἐκεῖνον τὸν καιρὸν ἐν τοῖς αἰχμαλώτοις ὄντα χρήσθασθαι παρρησίᾳ, καὶ λόγον ἀποφθεγξάσθαι δυνάμενον ἀναστεῖλαι τὴν τοῦ βασιλέως ἀσελγείαν. Φασὶ γὰρ εἰπεῖν αὐτόν, Βασιλεῦ, τῆς τύχης σοὶ περιθείσης πρόσωπον Ἀγαμέμνονος, αὐτὸς οὐκ αἰσχύνῃ πράττων ἔργα Θερσίτου· τὸν δὲ Φιλίππον, τῇ τῆς ἐπιπληξέως εὐστοχίᾳ κινυθέντα, τοσοῦτο μεταβαλεῖν τὴν ὅλην διάθεσιν, ὥστε τοὺς μὲν στεφάνους ἀπορρίψαι, τὰ δὲ συνακολουθοῦντα κατὰ τὸν κῶμον σύμβολα τῆς ὕβρεως ἀποτρίψασθαι, τὸν δ' ἄνδρα τὸν χρησάμενον τῇ παρρησίᾳ θαυμάσαι, καὶ τῆς αἰχμαλωσίας ἀπολύσαντα πρὸς ἑαυτὸν ἀναλαβεῖν ἐντίμως. Τέλος δ' ὅπὸ τοῦ Δημαδου καθομιληθέντα ταῖς Ἀττικαῖς χάρισι, πάντας ἀπολῦσαι τοὺς αἰχμαλώτους ἄνευ λύτρου· καθόλου δ' ἀποθέμενον τὴν ἐκ τῆς νίκης ὑπερηφανίαν, πρέσβεις ἀποστέλλαι πρὸς τὸν δῆμον τῶν Ἀθηναίων, καὶ συνθέσθαι πρὸς αὐτοὺς φιλίαν τε καὶ συμμαχίαν· εἰς δὲ τὰς Θήβας φρουρὰν ἐγκαταστήσαντα, συγχωρήσαι τὴν εἰρήνην τοῖς Βοιωτοῖς.