Ancient Greek
673.7
Theopompus Hist., Testimonia 673.7
Unproofread scanNot analysed yet
ὀκτὼ ἑτεσιν, ἐν ἑκατὸν καὶ δυσὶ, ἀπὸ Τροίας ἀλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἐτη χλιν. Aliorum computos affert Clemens Alex. Strom. I, p. 402 Pott. ,p. 145. Sylb. ,tom. II, p. 93 ed. Klotz. Verba sunt :Εἰσὶ δὲ οἱ ἀπὸ Κέκροπος μὲν ἐπὶ Ἀλέξανδρον τὸν Μακεδόνα συνάγουσιν ἔτη χιλία ὀκτακόσια εἴκοσι ὀκτώ, ἀπὸ δὲ Δημοφῶντος χιλία διακόσια πεντήκοντα, καὶ ἀπὸ Τροίας ἀλώσεως ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἑκατὸν εἴκοσι ἢ ἑκατὸν ὀγδοήκοντα· ἀπὸ τούτου ἐπὶ Εὐαίνετον ἄρχοντα, ἐφ’ οὗ φασιν Ἀλέξανδρον εἰς τὴν Ἀσίαν διαβάσαι, ὡς μὲν Φανείας, ἔτη ἑπτακόσια δέκα πέντε, ὡς δὲ Ἐφορος, ἑπτακόσια τριάκοντα πέντε, ὡς δὲ Τίμαιος καὶ Κλείταρχος, ὀκτακόσια εἴκοσι, ὡς δὲ Ἐρατοσθένης, ἑπτακόσια ἑβδομήκοντα τέσσαρα.