Ancient Greek
702.1 to 702.9
Theopompus Hist., Testimonia 702.1-9
Unproofread scanNot analysed yet
L. 9. Ἐπειδὴ βασιλεὺς Πτολεμαῖος, αἰωνόβιος, ἠγα-πημένος ὑπὸ τοῦ Φθᾶ, θεοῦ Ἐπιφάνους, Εὐχά-ριστος, ὁ ἐγ βασιλέως Πτολεμαίου καὶ βασιλίσ-σης Ἀρσινοῦς, θεῶν Φιλοπατόρων, κατὰ πολλὰ εὐεργέτησεν τὰ θ᾽ ἱερὰ, καὶ L. 10. τοὺς ἐν αὐτοῖς ὄντας, καὶ τοὺς ὑπὸ τὴν ἑαυτοῦ βασιλείαν τασσομένους ἅπαντας· ὑπάρχων θεὸς ἐκ θεοῦ καὶ θεᾶς, καθάπερ Ὦρος, ὁ τῆς Ἶσιος καὶ Ὀσίριος υἱός, ὁ ἐπαιμῶν τῷ πατρὶ αὐτοῦ Ὀσίρι, τὰ [τε] πρὸς θεούς L. 11. εὐεργετικῶς διακείμενος, ἀνατέθεικεν εἰς τὰ ἱερὰ ἀργυρικὰς τε καὶ σιτικὰς προσόδους· καὶ δαπάνας πολλάς ὑπομεμένησεν, ἕνεκα τοῦ τὴν Αἴγυπτον εἰς εὐδίαν ἀγαγεῖν, καὶ τὰ ἱερὰ κα-ταστήσασθαι, L. 12. ταῖς τε ἑαυτοῦ δυνάμεσιν περιλανθρόπηκα πά-σαις, καὶ ἀπὸ τῶν ὑπαρχουσῶν ἐν Αἰγύπτῳ προσόδων, καὶ φορολογιῶν, τινὰς μὲν εἰς τέλος ἀφήσεν, ἄλλας δὲ κεκοῦφισεν, ὅπως ὁ τε λαὸς καὶ οἱ ἄλλοι πάντες ἐν L. 13. εὐθηνίᾳ ὡσιν ἐπὶ τῆς ἑαυτοῦ βασιλείας· τὰ τε βασιλικὰ ὀφειλήματα, ἃ προσώφειλον οἱ ἐν Αἰ-γύπτῳ, καὶ οἱ ἐν τῇ λοιπῇ βασιλείᾳ αὐτοῦ, ὄντα πολλά, τῷ πλήθει ἀφήσεν· καὶ τοὺς ἐν ταῖς φυλακαῖς L. 14. ἀπηγμένους, καὶ τοὺς ἐν αἰτίαις ὄντας ἐκ πολ-λοῦ χρόνου, ἀπέλυσε τῶν ἐνκεκλημένων· προσ-έταξε δὲ καὶ τὰς προσόδους τῶν ἱερῶν, καὶ τὰς διδομένας εἰς αὐτὰ κατ᾽ ἐνιαυτὸν συντάξεις, σιτι- L. 15. κάς τε καὶ ἀργυρικὰς, διούσας δὲ καὶ τὰς καθη-κούσας ἀπομοίρας τοῖς θεοῖς, ἀπὸ τε τῆς ἀμπελί-τιδος γῆς, καὶ τῶν παραδείσων, καὶ τῶν ἄλλων τῶν ὑπαρχάντων τοῖς θεοῖς, ἐπὶ τοῦ πατρὸς αὐτοῦ, L. 16. μένειν ἐπὶ χώρας· προσέταξεν δὲ καὶ περὶ τῶν ἱερῶν, ὅπως μὴτεν πλέον διδῶσιν εἰς τὸ τε-λεστικόν, οὐδ᾽ ἐτάσσοντο ἕως τοῦ πρώτου ἔτους, ἐπὶ τοῦ πατρὸς αὐτοῦ· ἀπέλυσεν δὲ καὶ τοὺς ἐκ τῶν L. 17. ἱερῶν ἔθνῶν τοῦ κατ᾽ ἐνιαυτὸν εἰς Ἀλεξάνδρειαν καταπλοῦ· προσέταξεν δὲ καὶ τὴν συλλογὴν τῶν εἰς τὴν ναυτείαν μὴ ποιεῖσθαι· τῶν τ᾽ εἰς τὸ βασιλικὸν συντελουμένων ἐν τοῖς ἱεροῖς βυσ-σίνων