Ancient Greek
704.8 to 705.6
Theopompus Hist., Testimonia 704.8-705.6
Unproofread scanNot analysed yet
37 τῷ αἰωνοβίῳ βασιλεῖ Πτολεμαίῳ, ἠγαπημένῳ ὑπὸ τοῦ Φθᾶ, θεοῦ Ἐπιφανοῦς, Εὐχαρίστου, ὁμοίως δὲ καὶ τὰ τῶν γονέων αὐτοῦ, θεῶν Φιλοπατόρων, καὶ τὰ τῶν προγόνων, θεῶν Εὐεργ[ετῶν, καὶ τὰ] 38 τῶν θεῶν Ἀδελφῶν, καὶ τὰ τῶν θεῶν Σωτήρων, ἐπαύξειν μεγαλῶς· στήσαι δὲ τοῦ αἰωνοβίου βασιλέως Πτολεμαίου, θεοῦ Ἐπιφανοῦς, Εὐχαρίστου, εἰκόνα ἐν ἑκάστῳ ἱερῷ, ἐν τῷ ἐπιφα[νεστάτῳ τόπῳ] 39 ἥ προσονομασθήσεται Πτολεμαίου, τοῦ ἐπαμύναντος τῇ Αἰγύπτῳ· ἥ παραστήσεται ὁ κυριώατος θεὸς τοῦ ἱεροῦ, διδὼς αὐτῷ ὅπλον νικηικόν· ἥ ἔσται κατεσκευασμέν[α τὸν Αἰγυπτίων] 40 τρόπον· καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρίς τῆς ἡμέρας· καὶ παρατιθέναι αὐταῖς ἱερὸν κόσμον, καὶ τἀλλα τὰ νομιζόμενα συντελεῖν, καλὰ καὶ τοῖς ἄλλοις θεοῖς, ἐν [ταῖς ἐν Αἰγυπτῳ πα-] L. 41. νηγύρεσιν· ἱδρύσασθαι δὲ βασιλεῖ Πτολεμαίῳ, θεῷ Ἐπιφανεῖ, Εὐχαρίστῳ, τῷ ἐν βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης, θεῶν Φιλοπατόρων, ξῶανόν τε καὶ ναὸν χρ[υσῶ ἐν ἑκάστῳ τῶν] L. 42. ἱερῶν· καὶ καθιδρύσαι ἐν τοῖς ἀδύτοις μετὰ τῶν ἄλλων ναῶν· καὶ ἐν ταῖς μεγάλας πανηγύρεσιν, ἐν αἷς ἐξοδεῖαι τῶν ναῶν γίνονται, καὶ τὸν τοῦ θεοῦ Ἐπιφανοῦς, Εὐ[χαρίστου, ναὸν συνε-] L. 43. ξοδεύειν· ὅπως δ’ εὐήμως ἢ νῦν τε καὶ εἰς τὸν ἔπειτα χρόνον, ἐπιχειθεῖαι τῷ ναῷ τὰς τοῦ βασιλέως χρυσὰς βασιλείας δέκα, αἷς προσκείσεται ἄσπες, [καθάπερ καὶ ἐπὶ πασῶν] L. 44. τῶν ἀσπιδοειδῶν βασιλειῶν, τῶν ἐπὶ τῶν ἄλλων ναῶν· ἔσται δ’ αὐτῶν ἐν τῷ μέσῳ ἡ καλουμένη βασιλεία Ψχέντ· ἣν περιθέμενος, εἰσῆλθεν εἰς τὸ ἐν Μέμφ[ει ἱερὸν, ὅπως ἐν αὐτῷ συν-] L. 45. τελεσθῇ τὰ νομιζόμενα τῇ παραλήψει τῆς βασιλείας· ἐπιθεῖναι δὲ καὶ ἐπὶ τοῦ περὶ τὰς βασιλείας τετραγώνου, κατὰ τὸ προειρημένον βασιλεῖον, φυλακτήρια χρυ[σῶ δέκα, οἷς ἐγγραφθήσεται, δ-] L. 46. τελέστιν τοῦ βασιλέως, τοῦ ἐπιφανῆ ποιήσαντος τὴν τε ἄνω χώραν καὶ τὴν κάτω· καὶ ἐπεὶ τὴν τριακάδα τοῦ Μεσορῆ, ἐν ᾗ τὰ γενέθλια τοῦ βασιλέως ἄγεται, ὁμοίως δὲ καὶ [τὴν τοῦ Μεχεῖρ ἑπτακαιδεκάτην],