Ancient Greek
Dfhg-Source dfhg4_THEOTIMUS
THEOTIMUS, Fragmenta 3
Not analysed yet
Πορσίνας, Τούσκων βασιλεὺς, πέραν Θύμβριος ποταμοῦ στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν μέσην λαβὼν, λιμῷ τοὺς προειρημένους ἔτρυχεν. Ὁράτιος δὲ Κάτλος, στρατηγὸς χειροτονηθεὶς, τὴν ξυλίνην κατελάβετο γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐπεῖχε. Πλεονεκτούμενος δὲ ὑπὸ τῶν πολεμίων, προσέταξε τοῖς ὑποτεταγμένοις κόπτειν τὴν γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐκώλυσε. Βέλει δὲ τὸν ὀφθαλμὸν πληγεὶς, ῥίψας ἑαυτὸν εἰς τὸν ποταμὸν, διενήξατο εἰς τοὺς οἰκείους· ὡς Θεότιμος δευτέρῳ Ἰταλικῶν.