Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_THRASYLLUS_MENDESIUS
THRASYLLUS MENDESIUS, Fragmenta 1
Not analysed yet
Παράκεινται δ ̓ αὐτῷ (τῷ Στρυμῶνι) ὄρη Ῥοδόπη καὶ Αἷμος. Οὗτοι ἀδελφοὶ τυγχάνοντες, καὶ εἰς ἐπιθυμίαν ἀλλήλων ἐμπεσόντες, ὁ μέν αὐτὴν Ἥραν προσηγόρευσεν, ἡ δὲ τὸν ἀγαπώμενον Δία, μισοπονήρως. Οἱ δ ̓ ἀτιμούμενοι θεοὶ τὴν πρᾶξιν βαρέως ἐνεγκόντες, εἰς ὁμώνυμα ὄρη μετέβαλον ἀμφοτέρους. Γεννῶνται δ ̓ ἐν αὐτοῖς λίθω, Φιλάδελφοι λεγόμενοι, κόρακος τὴν χρόαν, ἀνθρωπόμιμοι· οὗτοι τεθέντες χωρὶς ἀλλήλων, καὶ ὀνομασθέντες, διαλύονται παραχρῆμα καὶ ἰδίᾳ· καθὼς ἱστορεῖ Θράσυλλος Μενδήσιος ἐν γ ́ Περὶ λίθων· μέμνηται δὲ τούτων ἀκριβέστερον ἐν τοῖς Θρᾳκικοῖς.