Ancient Greek
Dfhg-Source dfhg3_THRASYLLUS_MENDESIUS
THRASYLLUS MENDESIUS, Fragmenta 4
Not analysed yet
Γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῷ μικρῷ Διακόσμῳ, νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. Συντετάχθαι δέ φησι τὸν μικρὸν Διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. Γεγόνοι δ ̓ ἂν, ὡς μὲν Ἀπολλόδωρος ἐν χρονικοῖς, κατὰ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα· ὡς δὲ Θρασύλος ἐν τῷ ἐπιγραφομένῳ Τὰ πρὸ τῆς ἀναγνώσεως τῶν Δημοκρίτου βιβλίων, κατὰ τὸ τρίτον ἔτος τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς Ὀλυμπιάδος, ἐνιαυτῷ, φησὶ πρεσβήτερος ὢν Σωκράτους.