Ancient Greek
Dfhg-Source dfhg3_THRASYLLUS_MENDESIUS
THRASYLLUS MENDESIUS, Fragmenta 6
Not analysed yet
Δῆλον δὲ κἀκ τῶν συγγραμμάτων οἷος ἦν (Δημόκριτος). Δοκεῖ δὲ φησὶν ὁ Θρασύλος, ζηλωτὴς γεγονέναι καὶ τῶν Πυθαγορικῶν· ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται, θαυμάζων αὐτὸν ἐν τῷ ὁμωνύμῳ συγγράμματι. Πάντα δὲ δοκεῖ παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ ̓ ἂν ἀκηκοέναι, εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο. Τὰ δὲ βιβλία αὐτοῦ καὶ Θρασύλος ἀναγέγραφε κατὰ τάξιν οὕτως ὡσπερεὶ καὶ τὰ Πλάτωνος, κατὰ τετραλογίαν.