Ancient Greek
ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ.
Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων ΠΕΡΙ ΑΠΟΣΙΩΠΗΣΕΩΣ.
Not analysed yet
Ἀποσιώπησις δέ ἐστιν ὅταν μέλλων λέγειν πρᾶγμα αὐτὸ μὲν ἀποσιωπήσῃ, τὴν δὲ ὑπόνοιαν αὐτοῦ καταλίπῃ, ἀλλ᾽ ἐγὼ μέν, οὐ βούλομαι δὲ οὐδὲν δυσχερὲς εἰπεῖν ἀρχόμενος τοῦ λόγου· οὗτος δὲ ἐκ περιουσίας μου κατηγορεῖ. καὶ πάλιν πρὸς τὸν Χαρίδημον, ᾧ μήτηρ μὲν οὐκ ἐρῶ τίς ἢ πόθεν· οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι· οὐδὲν γὰρ ἂν εἶπε τοιοῦτον οἷον τῇ ὑπονοίᾳ παρέδωκεν.