Ancient Greek
ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.
Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.
Not analysed yet
Καὶ εἰρωνεία μέν ἐστι τὸ διὰ τοῦ ἐναντίου τὸ ἐνανπίον σημαῖνον, οἷον ἐκεῖνοι τοίνυν οἷς οὐκ ἐχαρίζοντο οἱ λέγοντες, οὐδ᾽ ἐφίλουν αὐτούς ὥσπερ ὑμᾶς, οὗτοι νῦν πέντε μὲν καὶ τεσσαράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων· καὶ πάλιν, νυνὶ δὲ πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει; ἔτι δὲ καινῶς ἐν τῷ κατὰ Μειδίου ἐφ᾽ ἑαυτοῦ εἰρωνείᾳ κέχρηται, ἐγὼ δὲ ὃς (εἴτε τις βούλεται νομίσαι μανίαν· μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν· εἴτε φιλοτιμίαν) χορηγὸς ὑπέστην.