Ancient Greek
ΠΕΡΙ ΤΟΠΟΥ ΕΜΒΟΛΗΣ ΕΞ ΟΝΟΜΑΤΟΣ.
Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων ΠΕΡΙ ΤΟΠΟΥ ΕΜΒΟΛΗΣ ΕΞ ΟΝΟΜΑΤΟΣ.
Not analysed yet
Τόπου δὲ ἐμβολὴ ἐξ ὀνόματός ἐστιν, ὅταν ὄνομα ὑποθεὶς ἐξ αὐτοῦ εἰσάγῃ τὸν τόπον, ὃ πλεῖστον παρ᾽ αὐτῷ καὶ κάλλιστον. προθεὶς γὰρ τοῦτο, οὐδὲ θαυμάζω τοῦτ᾽ ἐγώ, **εἰ μηδὲν ποιοῦντες ἡμεῖς τοῦ πάντα ποιοῦντος ἃ δεῖ περιῆμεν, ἀπὸ τοῦ ῥήματος τόπον ἐποίησεν, ἀλλ᾽ ἐκεῖνο θαυμ μάζω, εἰ Λακεδαιμονίοις ποτὲ ὑπὲρ τῶν Ἐλ. ληνικῶν δικαίων ἀντήρατε. καὶ πάλιν προθείς, τὸν δὲ τειχισμὸν τοῦτον, ὃν σύ μοι διέσυρ ρες, καὶ τὴν ταφρείαν ἀξίαν μὲν χάριτος καὶ ἐπαίνων κρίνω· πῶς γὰρ οὔ; εἶτα ἐκ τοῦ κατὰ τὸν τειχισμὸν ὀνόματος ἐπήνεγκεν, οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγώ, οὐδ᾽ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλ᾽ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις.