Ancient Greek
Section 25
Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων 25
Not analysed yet
Ἀναστροφὴ δέ ἐστι τὸ αὐτὸ καὶ ἐπαναδίπλωσις, ὅταν, ἔνθα πέπαυται τὸ πρῶτον κῶλον, ἐκεῖθεν ἄρχηται τὸ δεύτερον, οἷον οὐ γὰρ δὴ Κτησιφῶντα μὲν δύναται διώκειν δι᾽ ἐμέ, ἐμὲ δέ, εἴπερ ἐξελέγχειν ἐνόμιζεν, αὐτὸν οὐκ ἂν ἐγράψατο. καὶ πάλιν, δῆλον γὰρ ὡς προκεχειρισμένων καὶ ἑτοίμων ὄντων τῶν ἀγαθῶν, ἐμέλλομεν ὑπ᾽ ἐκείνου, τῆς εἰρήνης γινομένης· γινομένης δὲ τῆς εἰρήνης . . . . κάλλος τὸ σχῆμα ἐργάζεται. ἀναστροφὴ δὲ ἄλλη ἐστίν, ὅταν τὰ ὀνόματα μετὰ τῶν ὀνομάτων αὐτὰ ἀναστρέφηται. οὐ γὰρ Αἰσχίνης διὰ τὴν εἰρήνην κρίνεται, οὔ· ἀλλ᾽ ἡ εἰρήνη δι᾽ Αἰσχίνην διαβέβληται. καὶ πάλιν, ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι **πάντα γὰρ εἰς ταὐτὰ ἀναστρέφεται.