Ancient Greek
Section 27
Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων 27
Not analysed yet
Παρονομασία δ᾽ ἔστιν ὅταν, προειρημένου τοῦ κυρίου, παρονομάσῃ τις αὐτοῦ τὴν μεταφοράν, οἷον ἂν δ᾽ ἀναλώσας λάθῃ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν, καὶ πάλιν, εἰ μὴ τοὺς τὰ μηχανήματα ἐπιστήσοντας εἰρήνην ἄγειν φήσετε, εἶτα ἐπήγαγεν, εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα. τοῦτο μὲν οὖν τὸ σχῆμα τῆς ὀνομασίας βαρύτερόν τε καὶ λαμπρότερόν ἐστι, τὸ δ᾽ ἄλλο εἶδος χαριέστερον, ὃ παρὰ γράμμα γίνεται, ὡς ἐκεῖνο τὸ ἐπὶ τοῦ Διοπείθους, μέλλει πολιορκεῖν, τούς Ἕλληνας ἐκδίδωσι· μέλει γάρ τινι τούτων τῶν τὴν Ἀσίαν οἰκούντων, Ἑλλήνων λέγω. κἀκεῖνο δὲ παρονομασία τὸ παρὰ τῷ Θυκυδίδῃ, ἀλλ᾽ ἢ τούτους μεταπέμπειν δέον, ἢ ἄλλην μὴ ἐλάττω στρατιὰν ἐπιπέμπειν, καὶ πάλιν, τί ἄλλο ἐβούλευσαν οὗτοι, καὶ οὐκ ἀπέστησαν; καὶ παρὰ Δημοσθένει, σύλλογοι καὶ λόγοι παντοδαποί, καὶ πάλιν, πρῶτον μὲν Ἀμφίπολιν, πόλιν ὑμετέραν. δοκεῖ δὲ τοῦτο τὸ τῆς παρονομασίας κάλλος ἐργάζεσθαι.