Ancient Greek
Section 29
Tiberius Rhetor, Περὶ τῶν παρὰ Δημοσθένει σχημάτων 29
Not analysed yet
Ἐπαναφορὰ δέ ἐστιν ὅταν δύο καὶ πλειόνων κώλων κόμματα ἀπὸ τῆς αὐτῆς λέξεως ἄρχηται, οἷον ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοις, καὶ πάλιν, μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε Θήβας· μέχρι τούτου Εὔδικος καὶ Σιμὸς οἱ Λαρισσαῖοι. ἐνέργειαν τὸ σχῆμα καὶ λαμπρότητα ἐργάζεται. κἀκεῖνο ἐπαναφορά, τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις; καὶ πάλιν, τίς οὖν ὁ ταῦτα συγκατασκευάσας αὐτῷ; τίς ὁ τὰς προφάσεις ταύτας δούς; καὶ ὁ Πλάτων ἐν Νόμοις, ὅταν σοί τι προσπίπτῃ τῶν τοιούτων πρᾶγμα, ἴθι ἐπὶ τὰς ἀποδιαπομπήσεις, ἴθι ἐπὶ ἀποτροπαίων ἱερὰ θεῶν ἱκέτης, ἴθι ἐπὶ τὰς τῶν λεγομένων ὑμῖν ἀνδρῶν συνουσίας. καὶ παρὰ τῷ ποιητῇ, ἐν δ᾽ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ᾽ ὀλοὸν Κήρ. ἔστι δ᾽ ὅτε διὰ μακροτέρων ἐπαναφέρεται τὸ αὐτὸ μόριον, οἷον ἡ γὰρ ἐμὴ πολιτεία, ἧς οὗτος κατηγορεῖ, ἀντὶ μὲν τοῦ Θηβαίους μετὰ Φιλίππου εἰς τὴν Ἀττικὴν συνεμβαλεῖν, ὃ πάντες ᾤοντο, μεθ᾽ ἡμῶν παραταξαμένους κωλύειν ἐκεῖνον ἐποίησεν· ἀντὶ δὲ τοῦ ἐν τῇ Ἀττικῇ γενέσθαι τὸν πόλεμον, ἑπτακόσια στάδια ἐπὶ τοῖς τῶν Βοιωτῶν ὁρίοις γενέσθαι· ἀντὶ δὲ τοῦ τοὺς λῃστὰς ἄγειν ἡμᾶς ἐπὶ τῆς Εὐβοίας, ἐν εἰρήνῃ τὴν Ἀττικὴν ἐκ τῆς θαλάττης εἶναι πάντα τὸν πόλεμον· ἀντὶ δὲ τοῦ τὸν Ἑλλήσποντον ψΦίλιππον ἔχειν, λαβόντα τὸ Βυζάντιον, τοὺς Βυζαντίους πολεμεῖν μεθ᾽ ἡμῶν πρὸς ἐκείνους ἐποίησε. καὶ τοῦτο δὲ εἶδος ἐπαναφορᾶς, καὶ μὴν ὅτι πολλὰ μὲν ἂν ἔδωκε χρήματα ψιλιστείδης, ὥστε ἔχειν Ὠρεόν, πολλὰ Κλείταρχος, ὥστε ἔχειν Ἐρετρίαν, πολλὰ δὲ Φίλιππος, ὥστε εἶναι ἐφ᾽ ὑμᾶς αὐτῷ. καὶ τοῦτο πάλιν ἐπαναφορά, ἐδίδασκες γράμματα, ἐγὼ δὲ ἐφοίτων· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐγραμμάτευες, ἐγὼ δὲ ἐκκλησίαζον.