Ancient Greek · ~3 min
Fragment 88bis b
Timaeus Hist., Fragmenta Fragment 88bis b
Not analysed yet
DIODOR. Ἱστορ. 4, 17, 1f. :(1) Εὐρυσθέως δὲ προστάξαντος ἆθλον δέκατον τὰς Γηρυόνου βοῦς ἀγαγεῖν, ἃς νέμεσθαι συνέβαινε τῆς Ἰβηρίας ἐν τοῖς πρὸς τὸν Ὠκεανὸν κεκλιμένοις μέρεσιν, Ἡρακλῆς θεωρῶν τὸν πόνον τοῦτον μεγάλης προσδεόμενον παρασκευῆς καὶ κακοπαθείας συνεστήσατο στόλον ἀξιόλογον καὶ πλῆθος στρατιωτῶν ἀξιόχρεων ἐπὶ ταύτην τὴν στρατείαν. (2) διεβεβόητο γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην, ὅτι Χρυσάωρ ὁ λαβὼν ἀπὸ τοῦ πλούτου τὴν προσηγορίαν βασιλεύει μὲν ἁπάσης Ἰβηρίας, τρεῖς δ' ἔχει συναγωνιστὰς υἱούς, διαφέροντας ταῖς τε ῥώμαις τῶν σωμάτων καὶ ταῖς ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαις, πρὸς δὲ τούτοις ὅτι τῶν υἱῶν ἕκαστος μεγάλας ἔχει δυνάμεις συνεστώσας ἐξ ἐθνῶν μαχίμων. ὧν δὴ χάριν ὁ μὲν Εὐρυσθεὺς νομίζων δυσέφικτον εἶναι τὴν ἐπὶ τούτους στρατείαν προσετετάχει τὸν προειρημένον ἆθλον . . .