Ancient Greek
148.27
Timaeus Phil., Fragmenta Et Titulus [Sp.] 148.27
Unproofread scanNot analysed yet
κλους συντέταχται. Ἄ μὲν ὧν σελάνα ποτιγειοτάτα |χρόνῳ, περιδιευόμενος δὲ ὑπὸ τὰς τῶν ἀπλανέων σφαίρας καὶ' ἑκάστην περίοδον ὥρρας καὶ ἡμέρας. Χρόνῳ δὲ τὰ μέρη τάδε τὰς περιόδους λέγουσι, ὅν ἐκόσμησεν ὁ θεὸς τὸν κόσμον· οὐ γὰρ ἦν πρὸ κόσμου ἄστρα, διόπερ οὐδ' ἐνιαυτὸς οὐδ' ὥρῶν περίοδος, αἷς μετριέται ὁ γενναῖος χρόνος οὗτος. Εἰκὼν δὲ ἐστι τῷ ἀγενναίῳ χρόνῳ, ὃν αἰῶνα ποταγορεύομες· ὡς γὰρ ποτ' ἀίδιον παράδειγμα τὸν ἰδιανὸν κόσμον ὁδε ὁ ὡραῖος ἐγεννάθη, ὡς πρὸς παράδειγμα τὸν αἰῶνα ὁδε ὁ χρόνος τὸν κόσμον ἐδαμιουργήθη.