Ancient Greek
151.1
Timaeus Phil., Fragmenta Et Titulus [Sp.] 151.1
Unproofread scanNot analysed yet
νεος ἀπαντος. Τῷ δ᾽ ἀλόγῳ μέρει τὸ μὲν θυμοειδὲς περὶ τὰν καρδίαν, τὸ δ᾽ ἐπιθυματικὸν περὶ τὸ ἧπαρ. Τῷ δὲ σώματι ἀρχὰν μὲν καὶ βίαν μυελῷ εἶμεν ἐχέφαλον, ἐν ᾧ ἡ ἀρχεμονία· ἀπὸ δὲ τούτου οἷον ἀπόγυμα βεῖν διὰ τῶν νυτίων σπονδύλων τὸ λοιπόν, ἐξ ᾧ ἐς σπέρμα καὶ γόνον μεριζέσθαι. Ὀστέα δὲ μυελῶν περιφράγματα. Τούτων δὲ σκέπαν μὲν τὰν σάρκα καὶ προκάλυμμα, συνδέσμοι δὲ ποτὰν κίνασιν τοῖς νεύροις συνᾶψ τὰ ἄρθρα. Τῶν δ᾽ ἐντοσθίων τὰ μὲν τροφὰς χάριν, τὰ δὲ σωτηρίας. Κινασίων δὲ τῶν ἀπὸ τῶν ἐκτὸς τὰς μὲν ἀναδιδομένας εἰς τὸν φρονέοντα τόπον αἰσθήσις εἶμεν, τὰς δ᾽ ὑπ᾽ ἀντιλαβὴν μὴ πιποίσας, ἀνεπαισθήτους, ἡ τῷ τὰ πάσχοντα σώματα γαιοειδέστερα εἶμεν, ἡ τῷ τὰς κινάσιας ἀμεινωτέρας γίνεσθαι. Ὀκόσαι μὲν οὖν ἐξίσταντι τὰν φύσιν, ἀλγειναὶ ἐντι· ὁκόσαι δὲ ἀποκαθίσταντι ἐς αὐτὰν, ἀδοναὶ ὀνυμούνται.