Ancient Greek · ~2 min
Fragment 1
Timaeus Phil., Testimonia 1
Not analysed yet
PLATO Tim. p. 19E καταλέλειπται δὴ τὸ τῆς ὑμετέρας ἕξεως γένος ἅμα ἀμφοτέρων [φιλοσόφων ἀνδρῶν καὶ πολιτικῶν] φύσει καὶ τροφῆι μετέχον. Τίμαιός τε γὰρ ὅδε εὐνομωτάτης ὢν πόλεως τῆς ἐν Ἰταλίαι Λοκρίδος, οὐσίαι καὶ γένει οὐδενὸς ὕστερος ὢν τῶν ἐκεῖ τὰς μεγίστας μὲν ἀρχάς τε καὶ τιμὰς τῶν ἐν τῆι πόλει μετακεχείρισται, φιλοσοφίας δ' αὖ κατ' ἐμὴν δόξαν ἐπ' ἄκρον ἁπάσης ἐλήλυθε.