Ancient Greek
Dfhg-Source dfhg3_TIMAGENES_ALEXANDRINUS
TIMAGENES ALEXANDRINUS, Fragmenta 4
Not analysed yet
Aristobulus, Hyrcani f. ,rex Judaeorum, moritur βασιλεύσας ἐνιαυτὸν, χρηματίσας μὲν Φιλέλλην, πολλὰ δ ̓ εὐεργετήσας τὴν πατρίδα, πολεμήσας Ἰτουραίαν, καὶ πολλὴν αὐτῶν τῆς χώρας τῇ Ἰουδαίᾳ προσκτησάμενος, ἀναγκάσας τε τοὺς ἐνοικοῦντας εἰ βούλοιντο μένειν ἐν τῇ χώρᾳ περιτέμνεσθαι καὶ κατὰ τοὺς Ἰουδαίων νόμους ζῆν. Φύσει δ ̓ ἐπιεικεῖ κέχρηται, καὶ σφόδρα ἦν αἰδοῦς ἥττων, ὡς μαρτυρεῖ τοῦτο καὶ Στράβων ἐκ τοῦ Τιμαγένους ὀνόματος λέγων οὕτως· «Ἐπιεικής τε ἐγένετο οὗτος ὁ ἀνὴρ, καὶ πολλὰ τοῖς Ἰουδαίοις χρήσιμος· χώραν τε γὰρ αὐτοῖς προσεκτήσατο, καὶ τὸ μέρος τοῦ τῶν Ἰτουραίων ἔθνους ᾠκειώσατο, δεσμῷ συνάψας τῇ τῶν αἰδοίων περιτομῇ.