Ancient Greek
10 to 11
Timocles Comic., Fragmenta 10-11
Unproofread scanNot analysed yet
οἴμοι κακοδαίμων, ὡς ἔρῶ. μὰ τοὺς θεούς, Τιθύμαλλος οὐδεπώποτ’ ἠράσθη φαγεῖν οὕτω σφόδρ’, οὐδὲ Κόρυνος ἱμάτιον λαβεῖν, οὐ Νεῖλος ἄλφιτ’, οὐ Κόρυνδος ἀσύμβολος ἀγορὰν ἰδεῖν εὖφρον εὐποροῦντι μὲν ἡδιστον, ἂν δ’ ἀπορῇ τις ἀθλιώτατον. ὁ γοῦν Κόρυνδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ, γενόμενος ὠψώνει παρ’ αὐτὸν οἴκαδε.