Ancient Greek
3
Timocles Comic., Fragmenta 3
Unproofread scanNot analysed yet
γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν ἐν ὀξυλιπάρῳ τρύμματι σκευάζεται. A. Δημοσθένης τάλαντα πεντήκοντ' ἔχει. B. μακάριος, εἴπερ μεταδίδωσι μηδενί. A. καὶ Μοιροκλῆς εἷληφε χρυσίον πολύ. B. ἀνόητος ὁ διδούς, εὐτυχὴς δ' ὁ λαμβάνων. A. εἷληφε καὶ Δήμων τι καὶ Καλλισθένης. B. πέντε ἦσαν, ὥστε συγγνώμην ἔχω. A. ὁ τ' ἐν λόγοις δεινὸς Ὑπερείδης ἔχει. B. τοὺς ἰχθυοφάλας οὕτως ἡμῖν πλουτιεῖ ὀψοφάγος ὥστε τοὺς λάρους εἶναι Σύρους. Athenaeus 8, 341 ef καὶ Ὑπερείδης δὲ ὁ ῥήτωρ ὀψοφάγος ἦν, ὡς φησι Τιμοκλῆς ὁ κωμικὸς ἐν Δήλῳ (Δηλίῳ Mein.) διηγούμενος τοὺς παρὰ Ἀσπάλου δωροδοκησάντας. γράφει δὲ οὕτως κτλ. 5. εἷ-ληφε VL] εἷτ' εἷληφε A. an εἷτ' ἔλαβε; τι Dobr.] τε A. 8. πλουτιεῖ C] πλουτεῖ A. 9. ὀψοφάγος] ὀψοφάγος γὰρ A, οὐψοφάγος Bergk. post Σύρους sine dubio addiderat παρ' αὐτόν. vel ὀψοφάγος οὕτως, ὥστε τοὺς λάρους Σύρους |εἶναι παρ' αὐτόν.