Ancient Greek
6
Timocles Comic., Fragmenta 6
Unproofread scanNot analysed yet
ὦ ’τάν, ἄκουσον ἥν τί σοι δοκῶ λέγειν. ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπῆρ’ ὁ βίος ἐν ἑαυτῷ φέρει. παραψυχὰς οὖν φροντίδων ἀνέφετο ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει, μεθ’ ἡδονῆς ἀπήλθε παιδευθεὶς ἄμα. τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει, ὡς ὠφελούσι πάντας. ὁ μὲν ὧν γὰρ πένυς πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον γεγόμενον ἤδη τὴν πενίαν ὧν φέρει. ὁ νοσῶν τι μανικὸν ’Αλκμέων’ ἐσκέψατο. ὀφθαλμᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί. τέθνηκέ τω παῖς, ἡ Νιόβη κεκοῦφικεν. χωλός τις ἐστι, τὸν Φιλοκτήτην ὁρᾷ. γέρας τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα. ἅπαντα γὰρ τὰ μεῖζον’ ἢ πέπονθέ τις ἀτυχήματ’ ἄλλοις γενοτό’ ἐννοοῦμενος τὰς αὑτὸς αὑτοῦ συμφοράς ἧττον στένει.