Ancient Greek
Fragment 1
Timocreon Lyr., Fragmenta 1
Not analysed yet
ἀλλ' εἰ τύ γε Παυσανίαν ἢ καὶ τύ γε Ξάνθιππον αἰνεῖς,
ἢ τύ γε Λευτυχίδαν, ἐγὼ δ' Ἀριστείδαν ἐπαινέω
ἄνδρ' ἱερᾶν ἀπ' Ἀθανᾶν
ἐλθεῖν ἕνα λῶιστον, ἐπεὶ Θεμιστοκλῆν ἤχθαρε Λατώ,
ψεύσταν ἄδικον προδόταν, ὃς Τιμοκρέοντα ξεῖνον ἐόντα
ἀργυρίοισι κοβαλικοῖσι πεισθεὶς οὐ κατᾶγεν
πατρίδ' Ἰαλυσὸν εἴς<ω>,
λαβὼν δὲ τρί' ἀργυρίου τάλαντ' ἔβα πλέων εἰς ὄλεθρον,
τοὺς μὲν κατάγων ἀδίκως, τοὺς δ' ἐκδιώκων, τοὺς δὲ καίνων·
ἀργυρίων δ' ὑπόπλεως Ἰσθμοῖ γελοίως πανδόκευε
ψυχρὰ <τὰ> κρεῖα παρίσχων·
οἱ δ' ἤσθιον κηὔχοντο μὴ ὤραν Θεμιστοκλέος γενέσθαι.