Ancient Greek
188.1
Timon, Fragmenta Et Tituli 188.1
Unproofread scanNot analysed yet
Ἀπολλωνίδης ὁ Νικαεύς, ὁ παρ’ ἡμῶν, ἐν τῷ πρώτῳ τῶν 109 εἰς τοὺς Σίλλους ὑπομνήματι, ὃ προσφωνεῖ Τιβερίῳ Καίσαρι, φησὶ τὸν Τίμωνα εἶναι πατρὸς μὲν Τιμάρχου, Φλιάσιον δὲ τὸ γένος· νέον δὲ καταλειφθέντα χορεύειν, ἔπειτα καταγνόντα ἀποδημῆσαι εἰς Μέγαρα πρὸς Στίλπωνα· καθεῖναι συνδιατριβάντα αὐθὲς ἐπανελθεῖν οἴκαδε καὶ γῆμαι. εἶτα πρὸς Πύρρωνα εἰς Ἥλιν ἀποδημῆσαι μετὰ γυναικὸς καθεῖ διατρίβειν ὡς αὐτῷ παῖδες ἐγένοντο, ὧν τὸν μὲν πρεσβύτερον Ξάνθον ἐκάλεσε καὶ ἰατρικὴν ἐδίδαξε καὶ διάδοχον τοῦ βίου κατέλιπεν. (ὁ δὲ ἐλλόγιμος ἦν, ὡς καὶ Σωτίων 110 ἐν τῷ ἑνδεκάτῳ φησίν). ἀπορῶν μέντοι τροφῶν ἀπῆρεν εἰς τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα· ἐν Χαλκηδόνι τε σοφιστεύων ἐπὶ πλεῖον ἀποδοχῆς ἠξιώθη· ἐντεῦθεν τε πορισάμενος ἀπῆρεν εἰς Ἀθῆνας, καθεῖ διέτριβε μέχρι καὶ τελευτῆς, ὀλίγον χρόνον εἰς Θήβας διαδραμὼν. ἐγνώσθη δὲ καὶ Ἀντιγόνῳ τῷ βασιλεῖ καὶ Πτολεμαίῳ τῷ Φιλαδέλφῳ, ὡς αὐτὸς ἐν τοῖς ἰάμβοις αὐτῷ μαρτυρεῖ. ἦν δέ, φησὶν ὁ Ἀντίγονος [p. 42 Wil.] καὶ φιλοπόνης καὶ ἀπὸ τῶν φιλοσόφων εἰ σχόλαζοι, ποιήματα συνέγραφε. καὶ γὰρ καὶ ἐπη καὶ τραγωιδίας καὶ σατύρους (καὶ δράματα κωμικὰ τριάκοντα, τὰ δὲ