Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_TIMONAX
TIMONAX, Fragmenta 2
Not analysed yet
Τιμῶναξ ἐν πρώτῳ τῶν Σικελικῶν (scr. Σκοθικῶν) ἐν Κόλχοις φησὶν Ἰάσονα Μήδειαν γῆμαι, Αἰήτου αὐτῷ ἐγγυήσαντος. Ὁ δὲ αὐτός φησι· «Δείκνυνται παρὰ τὸν παράπλουν ἔνδον τοῦ Πόντου κῆποί τινες Ἰασόνιοι καλούμενοι, καθ ̓ ὧν τὴν ἀπόβασιν ἐποιήσατο· καὶ κατὰ τὴν Αἶαν γυμνάσια καὶ δίσκοι, καὶ τῆς Μηδείας θάλαμος, καθ ̓ ὃν τότε ἐνυμφεύθη· καὶ πρὸς τῇ πόλει ἱερὸν ἱδρυμένον Ἰάσονος, καὶ πρὸς τούτοις ἱερὰ πολλά.»