Ancient Greek
106.1
Timotheus Lyr., Fragmenta 106.1
Unproofread scanNot analysed yet
αὐτοῦ διαμένει ὁ τρόπος τοῦ ἀγωνίσματος· δοκεῖ δὲ Τέρπανδρος μὲν πρῶτος τελειῶσαι τὸν νόμον ἁμίῳ μέτρῳ χρησάμενος, ἔπειτα Ἀρίων ὁ Μηθυμναῖος οὐκ ὀλίγα συναυξῆσαι, αὐτὸς καὶ ποιητὴς καὶ κιθαρωιδὸς γενόμενος. ¹ Φρύνις δὲ ὁ Μυτιληναῖος ἐκαινοτόμησεν αὐτόν· τὸ τε γὰρ ἐξάμετρον τῷ λελυμένῳ συνῆψε καὶ χορδαῖς τῶν ἑπτὰ πλείοσιν ἐχρήσατο. Τιμόθεος δὲ ὕστερον εἰς τὴν νῦν αὐτὸν ἤγαγε τάξιν. ἔστιν οὖν ὁ μὲν διθύραμβος κεκινημένος καὶ πολὺ τὸ ἐνθουσιῶδες μετὰ χορείας ἐμφαίνων εἰς πάθη κατασκευαζόμενος τὰ μάλιστα οἰκεῖα τῷ θεῷ, καὶ σεσόβηται μὲν καὶ τοῖς ῥυθμοῖς, [καὶ] ἀπλουστέραις δὲ (so die Vulgata vor Bekker; ἀπλουστέρας Marcian.) κέχρηται ταῖς λέξεσιν. ὁ δὲ νόμος τούναντίον διὰ τῶν ἡθῶν (θεῶν von Schott verbessert) ἀνέῃται τεταγμένως καὶ μεγαλοπρεπῶς καὶ τοῖς ῥυθμοῖς ἀνέῃται καὶ διπλασίας ταῖς λέξεσι κέχρηται. οὐ μὴν ἀλλὰ καὶ ταῖς ἁρμονίαις οἰκείαις ἑκάτερος χρήται, ὁ μὲν γὰρ τὴν (τὸν verb. von Sylburg) φρύγιον καὶ ὑποφρύγιον ἀρμόζεται, ὁ νόμος δὲ τῷ συστήματι τῷ τῶν κιθαρωιδῶν Λυδίῳ. ²