Ancient Greek
32.4
Timotheus Lyr., Fragmenta 32.4
Unproofread scanNot analysed yet
(97) φεύγουσα δ’ ἐσοπίσω ἔπλει ἡ Περσικὴ στρατιὰ ἐπειγομένη. ἄλλη δ’ἄλλην συνήρασσε φορὰ, ἐξέβαλλον δὲ ἐκ τῶν χειρῶν τοὺς ἐν ὄρει πεφυκότας νεὺς πόδας (τὰς ἐλατῖνας κώπας). συγκρουόμενοι δὲ τοῦ στόματος ἐξέπιπτον οἱ λευκοὶ παῖδες (οἱ ὀδόντες, ἦγουν οἱ σκαλμοὶ οἱ τῶι τράφηκι ἐμπεφυκότες). ὁ δὲ πόντος ὥσπερ ὁ οὐρανὸς τοῖς ἀστράσι ἀπενηγμένοις νεκροῖς ἐπλήθυσεν (ὡν τὰ σώματα ἐπιλιπόντος τοῦ πνεύματος τῆς ζωῆς ἐστέρητο), μεστὸς δὴν ὁ αἰγιαλὸς αὐτῶν. ἄλλοι δὲ ἐπὶ ταῖς ἀκταῖς τῆς θαλάσσης καθημένοι πηγνύμενοι τῶι κρύει διὰ τὴν γυμνότητα, κραυγῆ τε καὶ ὀλοφυρὸσι μετὰ δακρύων κοπτό-μενοι ὥστε κτυπεῖν τὰ στήθη γοερῶς θρηντικῶι κατεῖχοντο ὀδυρμῶι, ἄμα δὲ τὴν πατρίδα ἐπεκαλοῦντο“ ὦ φάραγγες τῆς Μυσίας