Ancient Greek
34.23
Timotheus Lyr., Fragmenta 34.23
Unproofread scanNot analysed yet
καὶ νῦν ἐμὸς δεσπότης 165 δευρὸ μ’ ἐνθἀδ’ ἦξε, Paraphrase: ἐνταῦθα μ’ αὐτίκα τις τῇ μαχαίρᾳ τῇ τοῦ τραχλοκοπεῖν ἐμπειρωι ἀναιρήσει, (145) ἢ αἱ αὖραι αἱ τὰ κύματα κατατῆκουσαι (ἵστε τὸν ἀτμὸν τῆς θαλάττης τῷι ἀέρι συνεμφέρεσθαι) καὶ τὰς τριήρεις διαφθείρουσαι βορραὶ κατὰ τὴν νύκτα παγετῶδει γιγνομένωι διαχρήσονται. (147) ἀγρία γὰρ κυμάτων φορὰ περιέχουσα ἡμᾶς ὅλον κατέρρηξε τὸ κατασκεῦασμα τῶν μελῶν (τὴν μορφὴν τὴν ἐκ μελῶν ὑφασμένην ὥστε ὅλον τι φαίνεσθαι). ὅθεν κεῖσομαι ἐνταῦθα ἐλεῖνός, τοῖς ὑμοφάγοις τῶν ὀρνέων γένεσιν βρώμα γεννησόμενος. (151) οἱ μὲν οὖν μετὰ δακρύων τοιαῦτα ὠλοφύροντο· ὁπότε δὲ τις τῶν Ἑλλήνων ὁπλιτῶν Φρύγα λαβὼν ἀπάγρι, ἐν Κελαιναῖς ταῖς πολυπροβάτοις οἰκοῦντα, ἀπόμαχον γενόμενον, οὗτος μὲν τῆς κόμης ἐπισπάσας ἦγεν αὐτόν, (157) ἐκεῖνος δὲ τοῖς γόνασιν περιπλακεὶς ἐλιπάρει, τῇ Ἀσιατικῇ διαλέκτωι τὴν Ἑλληνικὴν ἐγκαταμειγνύς, λυμαινόμενος τὸ εὐ ἐξάκουστον τοῦ στόματος σύμβολον (τὸ συντετὸν τοῦ λόγου) διὰ τὸ διώκειν τὴν Ἰάδα. „ἔγωγε σός εἰμι· πῶς δέ; καὶ τί τὸ πράγμα; οὐ μὴ αὐθὶς ἐνθάδε ἕλω· καὶ νῦν μὲν ὁ δεσπότης μ’ ἐνθάδε ἤγαγεν,