Ancient Greek
286.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 286.2
Unproofread scanNot analysed yet
Καὶ ταῦτα μὲν τὰ χρηστὰ τῆς περιηγήσεως. Ὁ δὲ Διονύσιος Λίβους μὲν ἱστορεῖται τὸ γένος συγγράφαι δὲ καὶ ἄλλα βιβλία λέγεται, Λιθιακὰ τε καὶ Ὀρνιθακὰ καὶ Βασσαρικὰ, ὧν τὰ μὲν Λιθιακὰ ἐνεκρίθησαν καὶ αὐτά, διὰ τὴν τοῦ χαρακτῆρος ὁμοιότητα, τὰ δὲ Βασσαρικὰ διὰ τὴν τραχύτητα οὐκ ἀξία τοῦτου κριθῆναι εἰς τὸν Σάμιον ἀνηνέχθησαν Διονυσίον, τὰ δὲ Ὀρνιθιακὰ εἰς ἄλλον τινὰ Φιλαδελφία Διονυσίον, ὃν διὰ λέξεως ἀκυρολογίαν ἀπεκάλουν ὑπόκονον. Τὸ δὲ παρὸν ποίημα ἱστορικὸν καλοῦσιν οἱ παλαιοί, συγκεφασιν ἐκ τοπικοῦ καὶ πραγματικοῦ καὶ χρονικοῦ καὶ γενεαλογικοῦ, εἰς ἃ διαιρεῖσθαι τὴν ἱστορίαν φασίν· ἐκ μὲν τοπικοῦ, ὅτι καὶ ὁ πᾶς ἐνταῦθα τοῦ βιβλίου σκοπὸς τόπων γῆς ἐστι περιήγησις· πραγματικοῦ δὲ, ὅτι οὐκ ἄνευ τῆς τινὰ ἱστορεῖ καὶ ἰδίων ἤθη ἐκτίθεται· χρονικοῦ δὲ, ὡς ἕτε καιροῦ μέμνηται, καὶ ὅν αὐτὸς περιήν, ὅτι δηλαδὴ οὐκ ἐπὶ τῶν ὑπάτων, ἀλλ’ ἐπὶ τῶν δικαίων γενεαλογικοῦ δὲ, ὅσον ἕτε τοὺς Σαμοραῖτας ἐξ Ἀμαζόνων εἴπε καταγέσθαι, καὶ ἐκ δούλων