Ancient Greek
288.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 288.2
Unproofread scanNot analysed yet
κύκλον δ' ἀκαμάτου καλλιρρόου ὠκεανοῖο, ὡς γαϊαν δίνυσι πέριξ ἥχει ἀμφιέζας: ὡς τοῦ ὠκεανοῦ περιειληφότος τὴν γῆν, καθὰ καὶ Ἐρατοσθένης δοξάζει, οὗ ζηλωτὴς ἐστιν ἐν πολλοῖς ὁ τὸ οἰκουμενικὸν τοῦτο συνταγμάτιον ποιησάμενος. Διὸ καὶ ἐστεφανώσθαι τὴν γῆν φησιν, ἤτοι κύκλῳ περιειλῆφθαι τῷ ὠκεανῷ, ὡτε νήσων. Ἐπεὶ δὲ τὸ ἐστεφανωθῆναι ὑπενεφαίνει τὸ κατὰ κύκλον περιεργὴν ἀκριβῆ καὶ περιφερείαν ἰσοδιάστατον τὴν γῆν ὑπὸ τοῦ ὠκεανοῦ περιέχεσθαι (ὅπερ οὐκ ἀληθὲς ἐστὶ, καθὰ καὶ Ἡροδότῳ δακεῖ, λέγοντι μὴ ἀποδέχεσθαι τοὺς λέγοντας πεπλοτερεῖν τὴν γῆν ὡς ἀπὸ τόρπου ),ἐπάγει πρὸς διόρθωσιν τὸ «οὐ μὲν πᾶσα διατροφ «(ἤτοι διελου) «περιδόρομος »,ἀλλὰ δηλαδὴ προμηχὴς, ὡς ῥηθήσεται, διὰ γν σφενδόνης. Τοιαύτη γὰρ τὸ σχῆμα ἡ οἰκουμένη γῆ, καθὰ καὶ Ποσειδωνίῳ δοκεῖ. Διὸ καὶ εἰς δύο κύκλους τέμνεταί ἡ οἰκουμένη, ὡς ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ ὁ Διονύσιος· ὧν εἷς μὲν ὁ ἀποτελῶν τὴν Ἀσίαν, εἰς δὲ ὁ ἐκ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ἀπαρτισόμενος. Τῆς δὲ τοιαύτης οἰκουμενικῆς σφενδόνης τὰ ὀξύτερα μὲν πρὸς τε τῇ ἀνατολῇ εἰσι καὶ πρὸς τῇ δύσει, ἥ δὴ κελεύθους ἡλίου καλεῖ, τὰ εὐρύτερα δὲ πρὸς τε τῷ ἀρκτῳ χεῖται μέρει καὶ τῷ νοτίῳ· ὥστε τῶν δύο κύκλων ὁμοῦ κατὰ τὰς βάσεις ὄντων, τὸ μὲν κατὰ τὰς κορυφὰς δξὺ πρὸς ἕω κείσθαι καὶ δυσμὰς, τὸ δὲ κατὰ τὰς βάσεις εὐρὺ πρὸς νότον καὶ βορρᾶν.