Ancient Greek
293.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 293.1
Unproofread scanNot analysed yet
μμεωθέστερόν τε καὶ εὐκρινέστερον. Ἄλλοι δέ, οἳς οὐκ ἀρέσκεσθαι αὐτὸς φαίνεται, διὰ τὸ δυσώριστον καὶ οὐκ εὐκρινές, τὰς τοιαύτας τρεῖς μεγίστας ἠπειρους ἀπ’ ἀλλήλων ἠπείρους ἑτέρας σμικροτέρας δια- 5 χωρίζουσι, λέγοντες Ἀσίας μὲν καὶ Εὐρώπης ὄρον εἶναι τὸν μέγιστον καὶ πλατύτατον ἰσθμὸν τὸν μεταξὺ Κασπίας καὶ Εὐξείνου, περὶ δὲ ἰσθμὸν σὺν πολλοῖς ἄλλοις τόποις καὶ ὁ θρυλούμενός ἐστι τοῦ Προμηθέως Καύκασος καὶ ἡ ἴσα γῆ τῶν Ἰδύρων, ἡ μεταξὺ Κόλ- 10 χου καὶ Ἀλβανίας. Ἄλλον δὲ καὶ αὐθὶς ἰσθμὸν μέγαν τὸν μεταξὺ Ἀραβίου κόλπου καὶ Αἰγύπτου ὄρον εἶναι φασὶ Λιβύης καὶ Ἀσίας. Καὶ ὅρα ὅπως ἰσθμοῦ λεγομένου συνήθως καὶ κοινοῦντος τοῦ μεταξὺ δύο θαλασσῶν στενοῦ τόπου, αὐτὸς τῇ λέξει παραγεγραμμένος 15 ἰσθμοὺς ἐνταῦθα ἐτόλμησεν εἰπεῖν τὰς οὕτω πλατυτάτας καὶ πολυτενεῖς ἠπείρους, ὡς δηλοῖ τὸ «ἰσθμὸς τέττατα τις »,καὶ τὸ «μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἔρρει ». Καὶ ἐν τοῖς Ἕξῃ δὲ ἠπείρου πλατὺν ἰσθμὸν λέγει τὸν μεταξὺ τοῦ Εὐξείνου πόντου καὶ τοῦ Ἰσσικοῦ 20 κόλπου, οὗ ἐντὸς «ἀσπετά, »φησίν, «φύλα τιταίνεται. »Ἐν τούτοις δὲ διαθεραπεύει τὴν τολμὴν, καὶ δοκεῖ ἀνθομολογεῖσθαι διὰ τοῦ τέττατα, καὶ διὰ τοῦ μακρὸς καὶ ἀθέσφατος καὶ πλατὺς, ὡς οἷος μὲν τὸν κυρίως ἰσθμὸν, τίθησι δὲ ὅμως γενικώτερον τὴν λέξιν καὶ ἐπὶ 25 πάσης ἠπείρου ἀπλῶς, ἣν μέσῃ ἀπεῖληφεν ἢ ἐκατέρωθεν θάλασσα.