Ancient Greek
295.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 295.1
Unproofread scanNot analysed yet
καὶ διὰ τοῦτο κλήσει αὐγεί. συγγενεῖ τῇ ἄγαν ψυχρότητι. Κρόνιος δὲ καλεῖται διὰ τὸ λέγεσθαι τὸν ἐκεῖ τόπον ἔχειν τὸν ἀστέρα Κρόνον, ὃς εἰς ψύξιν τίθεται ψυχρὸς ὑπὸ τῶν ἀποτελεσματικῶν ἐκλαμβάνομενος, διὸ καὶ τὸ ψυχρὸν αὐτῷ ἀνάκειται. Ὁ δὲ μῦθος καὶ τὰ τοῦ Κρόνου ἐκτεμῶν αἰδοῖα ἐκεῖ πίπτει. Παρὰ δὲ γε Ἀπολλωνίῳ τῷ ποιητῇ εὑρίσκεται Κρονία λεγομένη θάλασσα καὶ ὁ μυχὸς τοῦ Ἰονίου κόλπου, ἀπὸ νήσου τινὸς Κρονίας καλουμένης τὴν τοιαύτην κλῆσιν λαχών, 10 ὡς καὶ ἀπὸ Ἰκαροῦ τινὸς νήσου κατὰ τινὰς τὸ Ἰκάριον πέλαγος. Ὅτι δὲ οἱ τοιοῦτοι παρακένσιοι τόποι πολὺ τὸ ψυχὸς ἔχουσι, δηλοῖ καὶ τὰ ἄνω τῶν Ἀριμασπῶν Ῥιπαῖα ὄρη, ἐξ ὧν ὁ ψυχρὸς βορρᾶς πνεῖ, ἔνθα χιὼν οὐδέποτε ἐπιλείπει. 15 Ὅτι τὴν ἀνατολὴν οὕτω περιρράζει, ὅπου πρῶιστα φαίνεται ἀνθρώποις ἥλιος, ἥτοι ὅπου ἐστὶν ἡ ἀνατολή, ἔνθα καὶ τὸν ἡῶν καὶ Ἰνδικὸν εἶναι φησιν ὠκεανόν· ἥκων μὲν λεγόμενον, διὰ τὸ ἐκτεῖν ἀνατελόντος ἡλίου τὴν ἡμέραν γίνεσθαι, ἢ καὶ, ὡς ἐν 20 ἀνθ᾽ ἑνὸς εἰπεῖν, ἡῶν ἀντὶ τοῦ ἀνατολικόν, ὅς γὰρ πολλάκις καὶ ἡ ἀνατολή· Ἰνδικὸν δὲ διὰ τοὺς παροικοῦντας Ἰνδούς. Ἰστέον γὰρ ὅτι πολλοὶ κόλποι φανήσονται ἀπὸ ἐθνῶν ἢ πόλεων καὶ ὅλως ἐκ τῶν παροικοῦντων ἐπωνομαζόμενοι, ὡς ὁ Ὑρκάνιος, ὡς ὁ Ἰσσιχος, 25 ὡς ὁ Αἰθιοπικὸς, καὶ ἄλλοι πολλοί. 28. Ὅτι ὁ Ἐρυθραῖος πόντος ὁ καὶ Αἰθιόπιος ἑτέρος ἐστὶ τοῦ Ἀραβίου κόλπου, ὃς τῆς νοτίας θαλάσσης ἐστὶν ἀποχέτευμα, καθὰ καὶ ὁ Περσικὸς, ὡς μετ᾽ ὀλίγα ῥηθήσεται. Ἄλλ᾽ αὐτοῦ μὲν κατὰ τὸν Διονύσιον. 30 Ἕτεροι δὲ τὸν Ἀράδιον κόλπον καὶ τὸν Ἐρυθραῖον ταυτίζοντες ἱστοροῦσιν, ὅτι ὁ Ἐρυθραῖος κόλπος ποταμοῦ ὀλίγῃ στενὸς ἐστὶ καὶ μακρὸς ἐπὶ πολλοὺς πάνυ σταδίους, μέχρι τοῦ στόματος στενοῦ καὶ αὐτοῦ πηντάπασιν ὄντος. Καλεῖται δὲ Ἐρυθραῖος ἢ ἀπὸ τῆς 35 ὑποκειμένης τῷ ὕδατι μιληώδους [καὶ] ἐρυθρᾶς γῆς, ἢ ἐκ τῶν ὑπερκειμένων τοιουτοχρόων ὀρέων, οἷς ἐωθεν προσβάλλων ὁ ἥλιος ἐρυθρὰν φαντάζει τῇ θαλάσσῃ τὴν ἐπιφάνειαν, ἀνακλωμένης τῆς δόξως. Φησιν οὖν ὁ παρὰ τῷ γράφαι τὰ Ἑωνικὰ Οὐράνιος οὕτως ὀνομα- 40 ζόμενος, ὅτι τὰ παρακείμενα ὄρη δεινῶς ἐρυθρὰ εἰσι καὶ πορφυρᾶ, καὶ ἐπάν βαλλῇ εἰς αὐτὰ ὁ ἥλιος, κα-