Ancient Greek
297.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 297.3
Unproofread scanNot analysed yet
45. Ὅτι τὸν ὠκεανὸν εἰς τέσσαρα διελὼν, ὡς προείρηται, ἱστορεῖ καὶ τέσσαρας αὐτοῦ κόλπους μεγίστους εἰς τὴν γῆν ἴσω ἐρεύγεσθαι, ἕνα μὲν τῶν ἑσπασίαν θαλάσσαν τίκτοντα, τὴν ἀπὸ Γαδείρων διήκουσαν ἕως 30 καὶ εἰς Πάμφυλίαν, ὅπου καὶ ἡ Κύπρος· ἕτερον δὲ τὴν ἐκ τοῦ βορρᾶ Κασπίαν θάλασσαν, τὴν καὶ Ὑρκανίαν· τρίτον δὲ ἀπὸ νοτίας θαλάσσης, ἤτοι νοτίου ὠκεανοῦ, τὸν Περσικὸν κόλπον ἀντικρὺ κείμενον τῆς Κασπίας· καὶ τέταρτον τὸν Ἀραβικόν, ἀντικείμενον τῷ Εὐξείνῳ 35 ἐκ νότου καὶ αὐτόν, καλούμενον Ἀραβικόν, διὰ τοὺς αὐτοῦ Ἀραβας, ὡς καὶ ἡ Περσὶς θάλασσα τοῖς Περσικοῖς παρονομάζεται, καὶ τοῖς Ὑρκανίοις καὶ Κασπίοις ἡ αὐτῶν παρώνυμος θάλασσα. Τὸν δὲ Ὑρκανίον κόλπον τὸν καὶ Κασπίον ὀλίγον μὲν λέγει, ὡς πρὸς τὴν ἑσπε- 40 ρίαν θάλασσαν τὴν συρομένην ἀπὸ Γαδείρων ἕως καὶ εἰς Πάμφυλίαν, τῶν ἄλλων δὲ προφερέστερον ἱστορεῖ, τοῦ Περσικοῦ τε δηλαδὴ καὶ τοῦ Ἐρυθραίου. Λέγει δὲ καὶ ὅτι μικροὺς μὲν κόλπους ὁ ὠκεανὸς πλέονας, ὡς δὲ προαίων ἄρει, καὶ ἀπειρεσίους ἕνθα καὶ ἕνθ' ἀπερεύγεται