Ancient Greek
301.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 301.1
Unproofread scanNot analysed yet
ανώνυμοι, τούτεστι κοινῶς μὲν λέγμενοι Ἄτλαντες, ἐνὶ δὲ ἑκάστῳ μὴ ἔχοντες κείμενον ὄνομα. λέγει δὲ καὶ ὅτι κατακρώνται ὑπερβαλλόντος τῷ ἡλίῳ οἱ Ἄτλαντες, διότι κατακαίων ἐπιτρίβει αὐτούς, καὶ ὅτι στενὸν καὶ κυκλοτερές τὸ τοιούτον ὄρος ὁ Ἄτλας καὶ ὑψηλότατον, ὡς μὴ εἶναι δυνατὸν ἰδεῖν τὰς αὐτοῦ κορυφάς, καὶ μηδὲ νέφη αὐτὰς ποτε ἐπιλείπειν· ὅθεν καὶ χιόνα οὐρανοῦ φασιν αὐτὸ οἱ ἐπιχώριοι, καὶ ὅτι ἐπώνυμον αὐτοῦ τὸ ἔθνος οἱ Ἄτλαντες, οὔτε ἐμψυχον οὐδὲν σιτοῦμενοι, οὔτε ἐνύπνια ὁρῶντες. Ἴστέον δὲ ὅτι ὥσπερ τὸν Ἄτλαντα χιόνα εἴπομεν οὐρανοῦ λέγεσθαι, οὕτω καὶ τὴν Αἴγην οὐρανίαν χιόνα εἴπεν ὁ Πίνδαρος.