Ancient Greek
306.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 306.3
Unproofread scanNot analysed yet
92 "Ὅτι ὁ Ἰόνιος κόλπος μετὰ τὸν Σικελικὸν εὐρύνεται πρὸς βορρᾶν, αὐθὶς δὲ κάμπτον πρὸς ἑσπέριον μυχὸν ἔρει, ἀφορῶν πρὸς τὸν τὴν ἑσπερίαν θάλασσαν προβαλλόμενον ὠκεανόν. Ἱστοῦν δὲ ὅτι οὐ μόνον Ἰόνιος κόλπος καλεῖται, ἀλλὰ καὶ Ἀδρίας ὁ αὐτὸς λέγεται καὶ Ἀδριανὴ θάλασσα. Οἱ δὲ ἀκριβέστεροι τὸν Ἰόνιον μέρος τοῦ Ἀδρίου φασί. Λέγεται δὲ Ἰόνιος, ὡς καὶ τῷ Λυκόφρονι δοκεῖ καὶ τῷ Αἰσχύλῳ, ἀπὸ τῆς Ἰούς. Διενήχαστο γὰρ ἐκείνη βοὺς γενομένη χένταῦθα. Οἱ δὲ φασιν ἀπὸ Ἴωνος, ἀνδρὸς Ἰταλοῦ, ἢ ἀπὸ Ἰονίου, ἀνδρὸς Ἰλλυρίου. Λέγουσι δὲ τινες καὶ τὸ ἀπὸ Γάζης μέχρις Αἰγύπτου πέλαγος Ἰόνιον λέγεσθαι ὁμοίως ἀπὸ τῆς Ἰούς. Καὶ τὴν ἐκεῖ δὲ Γάζαν Ἴωνιν καλοῦσί τινες, ἔνθα βοὺς ἦν ἐν ἀγάλματι τῆς Ἰούς, ἤτοι τῆς σελήνης. Τῷ γὰρ ἡ σελήνη κατὰ τὴν τῶν Ἀργείων διάλεκτον. Τοῦ δὲ ἀνωτέρω ῥηθέντος Ἴωνος υἱὸς Ἀδρίας ἱστόρηται, ἀφ' οὗ δὲ αὐτὸ πῆλαγος καὶ Ἀδριατικὸν λέγεται. Ἄλλοι δὲ οὕτω φασίν· Ἔστιν Ἀδρία πόλις ἐπιφανής, καὶ παρ' αὐτὴν κόλπος Ἀδρίας, καὶ ποταμὸς ὁμοίως· ἀγαθὴ δέ, φασί, βοσκήμασιν ἡ ἐκεῖ γῆ, ὥστε καὶ δις τίκτειν τοῦ ἐνιαυτοῦ καὶ διδυμοτοκεῖν.