Ancient Greek
310.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 310.3
Unproofread scanNot analysed yet
129. Ὅτι δ Ἰσσιχὸς κόλπος ὁ κατὰ Κύπρον, ὡς εἴρηται, διὰ τῆς γῆς τῶν Παμφυλίων ἔρχεται, διὸ καὶ Παμφύλιος λέγεται. Διήχει δὲ καὶ μέχρι τῶν Χελιδονίων νήσων, περὶ δὲ ταῦτα εἴρηται· ἔχει δὲ τελευταῖον σῆμα πρὸς ζέφυρον τὴν τῶν Πατάρων ἄκραν, ἥτις διορίζει Λυκίαν τε καὶ Καρίαν. Σῆμα δὲ τὸ σημεῖον ἤτοι τὸ πέρας λέγει κατὰ λόγον φιλοσόφων· τὸ γὰρ σημεῖον τοῦτέστιν ἡ στιγμή, πέρας ἐστὶ γραμμῆς, ὡς καὶ ἐνταῦθα τῆς περιόδου τοῦ πελάγους τούτου δυτικὸν σῆμα ἐστὶ τὰ Πάταρα.