Ancient Greek
321.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 321.1
Unproofread scanNot analysed yet
βουκολεῖσθαι καὶ τὸ βόσκεσθαι ταύτῳ τι σημαίνουσιν. Ἔστι δὲ τὸ μὲν νήϊδες ἀνεπιστήμονες παρὰ τὸ νη στερητικὸν καὶ τὸ εἰδέναι, τὸ δὲ ἀπευθὲς ἀντὶ τοῦ ἀμαθεῖς, μὴ ἀκούσαντες. Ὅμηρος δὲ ἐπὶ τοῦ μὴ ἀκουσθέντος τὴν λέξιν τίθησι, ἐν οἷς ἀπευθὲς λέγει τὸν ἀνήκουστον καὶ ἄγνωστον ὤλεθρον. Τερπνὸν δὲ τὸν τῆς ἀμαθίας λέγει ὁλκόν, ὡς τὴν γεωργίαν καὶ τὸν ἡμέρον βίον ἀποδεχόμενος· ἄλλως γὰρ δύσηχος καὶ οὐχ ἥδὺς ὁ τῆς ἀμαθίας ὁλκός.