Ancient Greek
327.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 327.1
Unproofread scanNot analysed yet
καὶ οὐρανοῦ καταρράκτας φασμέν. Καὶ τι δρουνον δετώδες καταρράκτης καλεῖται, ὡς ἄνωθεν καταρράσσον ἐν τῷ ἠηρεύειν τὰ δρνεα. 222. Ὅτι δ Νεῖλος Αἰδύθην ἐπ' ἀνατολὴν πολὺς ἐ ξρουν ὡς καὶ εἰς τὴν καλουμένην πόλιν Συήνην Σίρις ὑπὸ Αἰθιόπων κιλλήσκεται, ἀφ' ὧν καὶ ἄρχεται ῥέειν. Οἱ δὲ περὶ Συήνην στρεφθέντι, τούτ' ἐστιν ἐπὶ τὰ βόρεια κάμφαντι, Νεῖλον τὸ ὄνομα μετέθεντο. Πολλὴ δὲ ἐν ταῖς ἱστορίαις ἡ Συήνη, ἀπὸ Συήνου τινὸς οὕτω κληθεῖσα. Ἐν ἧ καὶ φρέαρ εἶναι φασὶ τὰς θερινὰς τοῖς ἐκεῖ διασημαῖνον τοῦ ἡλίου τροπάς· ὅπου καὶ ἀκονία κατὰ μεσημβρίαν εἰσὶν οἱ ἀφολογικοί γνώμονες, διὰ τὸ ὑποκείσθαι τοὺς τόπους τούτους τῷ τροπικῷ. Τὸ δὲ Σίρις οἱ μὲν βάρβαροι φασιν εἶναι ὄνομα, ἤτοι Αἰθιοπικὸν κατὰ τὸν Διονύσιον· διὸ οὐδὲ χρήναι λέγουσι ζητεῖν Ἑλληνικὴν ἐτυμολογίαν αὐτοῦ, οὐδὲ τῆς Ἰταλικῆς Σίριδος· πολὺς δὲ ἡ Σίρις ἐκεῖνη. Οἱ δὲ ἐπιχειροῦσιν ἀπὸ τοῦ Σεῖριου ἀστέρος ἀποδοῦναι τὸ τῆς λέξεως ἐτυμον. Ὑπὸ Κύνᾳ γάρ, φασίν, ὃ μέρος δ Σεῖριος ἀστήρ, πλημμύρει δ Νεῖλος, ἐν ἐπιτολῇ Κυνὸς ἀναβαίνοντος, ὅτε ἀποπελόνται τὰ παρ' ἡμῖν κατὰ τὴν καθωμιλημένην γλῶτταν λεγόμενα κυνοκάμματα. Οἱ δὲ ἀπὸ τοῦ εἴρω ἐτυμολογοῦσι τὸ Σίρις, δ δηλοῖ τὸ συμπλέκω, συναρμώττω, ἐπειδὴ εἰρωῖ τινὶ καὶ ταῖζει φέρεται, καὶ οὐ παραπροδραμεῖ τὴν ἀνάδασιν· διὸ καὶ τῇ αὐτοῦ ὑπερβάσει φασὶ μετρεῖσθαι παρὰ τοῖς ἐγχωρίοις τὸν ἔνιαυτὸν. Καὶ τὸν Νεῖλον δὲ ὀρείζοντα διὰ διγρόνου μόνου τοῦ ἰῶτα γραφεσθαι, ὡς ἀπὸ τῆς ἰλῶς, ὅμως διὰ τοῦτο φασὶ τὴν διὰ διρθόγου γραφὴν ἀποφέρεσθαι, ὡς ἂν ἔχῃ πληροῦν καὶ τῇ ποσότητι τῆς ἀριθμητικῆς δυνάμεως τῶν ἐν αὐτῷ γραμμάτων τὸν ἔνιαυσίον καιρόν. Τὸ γάρ Νεῖλος κατὰ τὴν δύναμιν τῶν ἐν αὐτῷ στοιχείων ποσούμενον τὸν τρέ ἀριθμὸν συντελεῖ, ὁποῖαι εἰσὶ καὶ αἱ κατ' ἔνιαυτὸν ἡμέραι. Καὶ οὕτω δείκνυται ὅτι δ Νεῖλος κατὰ εἰρμόν τινα φέρεται. Καίτοι καὶ ἄλλω τρόπῳ τὸ Νεῖλος ἠτυμολόγηται, παρὰ τὸ νέαν, ἤτοι ἐνιαυσία ν, ἄγειν ἰλὺν, νεῖλος τις ὤν. Λέγει οὖν καὶ δ Ποιητὴς οὕτος, ὅτι οὕτως ποταμῶν ὁμοῖος τῷ Νείλῳ, οὔτε ἰλὺν βαλεῖν, οὔτε χρόνους ὀλδον δέξαι. Διὸ καὶ ἐργατικὸν ποταμὸν αὐτὸν φησὶν δ Ἡρόδοτος. Ὅτι δὲ πολλὴν δ Νεῖλος ἰλὺν βάλλει, δηλοῖ καὶ δ λόγος δ λέγων ἐπίκτητον εἶναι τὴν Αἰγυπτον καὶ δῶρον τοῦ ποταμοῦ, διὰ τὴν ἐκ τῆς τοιαύτης ἰλῶς πρόσχωσιν. Ἦν γάρ ὅτε, φασί, πᾶσα ἡ Αἰγυπτος ἔλος ἦν. Τινὲς δὲ Νεῖλόν φασιν ὀνομασθαι ἀπὸ Νεῖλου τινὸς ἀπογόνου Ἄτλαντος, βασιλεύσαντος