Ancient Greek
334.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 334.1
Unproofread scanNot analysed yet
σος. Περὶ οὗ καὶ ἐν τοῖς εἰς τὴν Ὀδυσσεῖαν γέγραπται. 260. Ὅτι πρὸς ἀνατολὰς Αἰγύπτου περὶ τὴν Κασιώτιδα πέτραν, ἥτοι περὶ τὸ Κάσιον ὄρος, ἡ πόλις τὸ Πηλούσιον κεῖται, πρὸς τῇ ἐξ αὐτοῦ παρωνύμῳ Πηλουσιακῷ τοῦ Νείλου στόματι ἀνατολικῷ ὄντι. Καὶ οὕτος μὲν τὸ Πηλούσιον πολίεθρον ἐπώνυμον τοῦ Πηλέως φησίν, ὡς στρατιωτῶν Φθιωτῶν ὑπὸ τῷ Πηλεὶ τεταγμένων οἰκησάντων αὐτό, ἄλλοι δὲ ἀπὸ τοῦ πηλοῦ καὶ τῶν ἄκει ἐλίων καὶ τελμάτων καλοῦσιν αὐτό. Ναυτικωτάτους δὲ τοὺς Πηλουσιώτας καλεῖ ἐν τῷ λέγειν αὐτοὺς ἔχοχα ναυτιλίας δεδαμημένους. Τοιούτους δὲ καὶ Ὅμηρος οἶδε τοὺς Φοίνικας. Ἴστέον δὲ ὅτι τὸ Κάσιον Ἡρόδοτος ὀρίζει φράει τὴν Αἴγυπτον καὶ τὴν Συρίαν: καὶ ὅτι τὰ νῦν ἰδιωτικῶς Κασιανὰ δράσματα λεγόμενα ἐκ τῶν περὶ τὸ ῥηθὲν Κάσιον ὄρος τὴν ἀρχὴν τῆς κλησεως εἴοικε λαβεῖν, ὡς ὑπεμπαίνει ὁ γράφας τὰ Ἑδωνικά, ἐν λόγῳ ἄνθεσι τὰ Κασιωτικὰ ἱμάτια.