Ancient Greek
335.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 335.2
Unproofread scanNot analysed yet
267. Ὅτι ἡ Τριτωνίς, εὐρεῖα λίμνη, μέση Λιβύης ἐλκεται· περὶ ἣν καὶ τι νησίον ἱστοροῦσιν εἶναι. Ἀπὸ ταύτης ὁ μῦθος τὴν Τριτογένειαν Ἀθηνᾶν παρωνομάσθαι βούλεται, ὡς γεννηθεῖσαν περὶ αὐτήν. Διὰ καὶ οἱ περὶ τὴν Τριτωνίδα λίμνην τῇ Ἀθηνῇ μάλιστα θύουσιν, ὡς φησιν Ἡρόδοτος, ὃς καὶ ποταμὸν μέγαν Τρίτωνα καλούμενον φησιν ἐκδιδόναι εἰς τὴν λίμνην ταύτην μεγάλην οὔσαν. Λέγει δὲ καὶ ὅτι ταύτης τῆς Τριτωνίδος λίμνης καὶ τοῦ Ποσειδῶνος θυγάτρα φασιν οἱ ἐκεῖ τὴν Ἀθηνᾶν, καὶ ὅτι μεμφθεῖσα ἡ Ἀθηνᾶ τῷ πατρὶ Ποσειδῶνι ἐποιήθη εἰς θυγάτρα, τοὔτεστι θετὴ θυγάτηρ ἐγένετο τῷ Δίᾳ.