Ancient Greek
344.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 344.1
Unproofread scanNot analysed yet
λεγόμενον τῶν αἰγείρων δάκρυον, ὡς ἀνωτέρω εἴρηται. Ὅτι δὲ ἐν τοῖς Ῥιπαίοις ὄρεσιν οὐδέποτε χιὼν ἐπιλείπει προφήγραπται. Ὑπὲρ δὲ ταῦτα τὰ ὄρη οἱ λεγόμενοι Ὑπερβόρειοι καθῆσιν εἰς τὴν θάλασσαν λέ-γονται. Ἀπὸ δὲ Παντικάπου τοῦ ποταμοῦ καὶ τὸ ἐκεῖ ὀνομαζόμενα Παντικάπαιον, πόλις μεγάλη, κτίσμα παι-δὸς Αἰήτου, λόφος κύκλῳ περιοικούμενος, σταδίων εἴκοσι, μητρόπολις τῶν ἐκεῖ Βοσπορανῶν. Ἡρόδοτος δὲ περὶ τούτων τῶν ποταμῶν φησιν, ὅτι δὲ μὲν Βορυ-σθένης μέγιστος καὶ πολυχρδέστατος τῶν Σκυθικῶν πο-ταμῶν, καὶ πίνεσθαι ἡδίστος, ρέων καλὸς παρὰ θολε-ροῖς. Πήγυννται δὲ καὶ ἄλες παρὰ τῷ στόματι αὐτοῦ αὐτόματοι, καὶ κῆτη ἀνάκινδα μεγάλα ταριχεύειν πρὸς τὴν, ἃ καλοῦσιν ἀντακσάν. Ὁ δὲ Παντικάπαιος ἀπὸ βορρᾶ ῥέσων ἐν τῷ τελει συμμεῖσγεται τῷ Βορυ-σθένει. Τὸ δὲ μεταξὺ τούτων τῶν ποταμῶν νέμονται οἱ Γεωργοὶ Σκύθαι. Δέκα δέ, φησιν, ἡμερῶν ὁδὸς ἀπὶ Ἰστρου ἐπὶ Βορυσθένην· ὁμοίως δὲ καὶ ἀπὸ Βορυσθέ-νους ἐπὶ τὴν Μαϊώτιν.