Ancient Greek
345.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 345.1
Unproofread scanNot analysed yet
κατὰ πολλὰ τῶν ἀντιγράφων τοῦ Διονυσίου. Ἔοικε δὲ ὅτι καὶ ὁ Διονύσιος Ὠρίχους ὁδεν, οὓς καὶ ὁ Πολύβιος ἐν γοῦν τοῖς ἐξὼς ἐρεῖ περὶ τὴν Ὠρικίαν γῆν εἶναι τὴν τῆς Ἑλλάδος ἀρχήν, ζῳυννυμένην τῇ τε Σικελικῇ θαλάσσῃ καὶ τῇ Λιβυαῖ. Καὶ οὕτω μὲν ταῦτα. Τινὲς δὲ ἱστοροῦσι καὶ ὅτι Νώρικον οἱ Φρύγες τὸν ἀπόκιν καλοῦσι τῇ ἀφετέρᾳ διαλέκτῳ, καὶ ὅτι, ὁπηνίκᾳ Μαρσύας ἐκεῖνος ὁ μουσικὸς ἀπεδάρη τὸ σῶμα ὑπ᾽ Ἀπόλλωνος, ὁ ἀπόκιν χρειασθεὶς καὶ τῷ χρόνῳ κατενεχθεὶς ἔπεσεν εἰς τὴν Μίδου λεγομένην κρήνην, καὶ αὕτη μὲν μετεκλήθη Μαρσύας, ὁ δὲ ἀπόκιν καταφερόμενος ὑπὸ τοῦ ποταμοῦ ἀλίει προσήνυχθη · καὶ Πεισίστρατος ὁ Ἀλακεδαιμόνιος κατὰ χρησμὸν ἀπὸ τοῦ συγχυρημάτος πολὺν κτίσας Νώρικον προσηγόρευσεν, ὡς ἂν ἐποῖ τις ἀπόκιν. Ἐὰν δὲ Φρυγία οὖσα ἡ τοῦ Πεισιστράτου πόλις αὕτη οὐδὲν ἔχῃ κοινὸν πρὸς τοὺς ἀνωτέρω ρηθέντας Νωρίχους, ἀλλ᾽ οὖν ἡ ἱστορία πρὸς πολυπειρίαν οὐκ ἄχαρις.