Ancient Greek
345.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 345.3
Unproofread scanNot analysed yet
30 Ὅτι Θρᾷκες οὐ μόνον Εὐρώπαιοι, ἀλλὰ καὶ Ἀσιανοί, κατὰ τὴν Ἀρριανοῦ ἱστορίαν, λέγοντος, ὅσπερ Φρύγας καὶ Μυσοὺς, οὕτω δὴ καὶ Θρᾷκας ἐξ Εὐρώπης διαβῆναι εἰς Ἀσίαν μετὰ Πατάρου τινὸς ἡγεμόνος, ὅτε οἱ Κιμμέριοι τὴν Ἀσίαν κατέτρεχον, οὓς ἐκβαλόντες ἐκ Βιθυνίας οἱ Θρᾷκες ὤκησαν αὐτοῖ · καὶ τάχα ἐκ τῶν τοιούτων Θρακῶν πλατυνθέντων καὶ τὸ νῦν λεγόμενον Θρακῆσιον τὴν κλῆσιν εὗρχεν. Ὁ δ᾽ αὐτὸς Ἀρριανὸς καὶ Θράκην τινὰ ἱστορεῖ νύμφην σοφὴν ἀμφὶ ἐπιδάτε καὶ φάρμακα, καὶ ὅταν τὰ μὲν ἐκλύσαι τῶν παθήματων φαρμάκοις, τὰ δὲ ἐργάσασθαι · ὁποία τις καὶ ἡ Μήδεια ἱστόρηται καὶ ἡ Ἀγαμήδη καὶ ἡ θρυλουμένη Κροκοδίκη. Καὶ ἀπὸ ταύτης τῆς Θράκης δοκεῖ ὀνομάζεσθαι ἡ χώρα, Πέρχῃ ποτὲ καλουμένη. Ὁ αὐτὸς λέγει καὶ ὅτι ἔθος ἦν Θραξὶ πολλάς ἔχειν γυναῖκας, ὡς ἂν ἐκ πολλῶν πολλοὺς ἔχοιεν παῖδας, καὶ τὸ ἔθος