Ancient Greek
346.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 346.3
Unproofread scanNot analysed yet
327 Ὅτι Παλλήνην καὶ ὄρος ἐστὶ καὶ πόλις Θρακική. Ταύτην μελισσόδοτον ὁ Διονύσιος ἱστορεῖ, ἧτοι πολλὰς μελίσσας τρέφουσαν. Περὶ ἣν φύεται, φησίν, ἀστέριος καλὸς λίθος, μαρμαίρων οἷα τις ἀστήρ, καὶ λυχνὶς πυρὸς φλογὶ πάμπαν ὁμοία, διὸ καὶ λυχνίτης ὁ λίθος λέγεται. Οἱ δὲ καὶ σελήνιτην καλοῦσι τὸν τοιοῦτον λίθον, ἐπειδὴ συμπάθως, φασίν, ἔχει τὴν σελήνην, ὡς καὶ ὁ Βορυσθενίτης ἤλεκτρος, καθεὶ καὶ προϊστόρηται, καὶ συμφθίνει τε αὐτῇ καὶ συναύξει. Τὸ δὲ λυχνὶς τινες καὶ βαρύνουσι καὶ ἀρασιχνὸν εἶναι λέγουσιν ὄνομα,