Ancient Greek
347.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 347.1
Unproofread scanNot analysed yet
γράφοντες· λύγνις πυρὸς φλογὶ πάμπαν ὁμοῖος. Ἄλλοι δὲ περὶ Παλλήνης οὕτω φασί· Παλλήνην πόλιν Θράκης, ἀπὸ Παλλήνης θυγατρὸς Σίθωνος. Ἔστι δὲ Παλλήνη καὶ χερρόνησος τριγώνιος, οἰκουμένη ποτὲ ὑπὸ γιγάντωv, οὓς Ἡρακλῆς μισανθρώπους ἐπευθὺς κατεπολέμησεν, ὅτε καὶ βρονταὶ τινες καὶ πρηστήρες συνέπεσον. Διὸ καὶ θεοὶ ἔδοσαν τῆς μάχης ταύτης τῷ Ἡρακλεῖ συνάρσασθαι καὶ καταπλῆξαι τοὺς κακοὺς, καὶ ἡ χώρα διὰ τοῦτο Φλέγρα ἐκλήθη. Ἀπὸ τούτων τῶν τόπων Παλ- 10 ληνίδα τὴν τοῦ Πρωτέως θυγατέρα ἔκαλεσεν ὁ Διονύσιος, ἔνθα περὶ Ἀλεξανδρείας ἔλεγεν. Οἴονται δὲ τινες Παλλήνην λέγεσθαι τὴν τῆς Κασσανδρείας χερρόνησον, τῷ Αἰγαίῳ καὶ αὐτὴν παρακειμένην. Ἐνθα ποὺ καὶ τόπος τις κατὰ παραφθορὰν Τορώνη λεγόμενος, ὁμο- 15 νύμως, ὡς δοκεῖ, Τορώνῃ τῇ τοῦ Θρακικοῦ Πρωτέως θυγατρὶ κατὰ Λυκόφρονα.