Ancient Greek
348.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 348.2
Unproofread scanNot analysed yet
338. Ὅτι Πυρῆνη μέγιστον ὄρος, οὗ ὑπὸ πόδα οἱ Κεμφοὶ τὸ ἔθνος. Ἔχει δὲ ἡ Πυρῆνη τὰς ἀρχὰς ἀπὸ τοῦ βορείου ὠκεανοῦ, καὶ διῖχεται ἕως εἰς τὴν ἰσπερίαν θαλάσσαν, καὶ διορίζει Κελτοὺς τε καὶ Ἰβήρας. Ἡ δ' αὐτὴ οὐ μόνον Πυρηναιον, ὡς προεῖρηται, ὄρος, ἀλλὰ καὶ πληθυντικῶς ὄρη Πυρηναῖα λέγεται. Οὕτω δὲ καὶ αἱ Ἄλπεις καὶ τὸ Ἐρκύνιον διαφορεῖται τῷ ἀριθμῷ.