Ancient Greek
352.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 352.2
Unproofread scanNot analysed yet
282 Ὅτι Λευκανοὶ καὶ Βρέντιοι, διὰ τοῦ ν, ἢ Βρέντιοι, διὰ τῶν δύο ττ, ἕως ἐπὶ τὴν Λευκὴν Πέτραν διήκουσι, περὶ ἧς ἤδη γέγραπται. Φασὶ δὲ ὅτι ἡ περὶ τοὺς Λευκανοὺς τούτους χώρα καὶ ἡ Σικελία Μεγάλη ποτὲ Ἕλλας ὠνομάσθη, διὰ τὰς τῶν Ἑλλήνων ἐκεῖ συχνὰς μεταοικίας. Ἡ δὲ τῶν Λευκανῶν πόλις Λευκάνη βαρυτόνως ἐλέγετο ἀπὸ Λευκίου τινός. Βρέντιοι δὲ καλοῦνται ἀπὸ Βρέντου υἱοῦ Ἥρακλέος. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι Λευκανοὶ Βρεττίους τοὺς ἱποστάτας καλοῦσιν· ὁποῖοι, φησὶ, καὶ οὗτοι οἱ τὰ πρῶτα ποιμαίνοντες ὕστερον ὑπὸ ἀνέσεως ἐλευθεριάσαντες ἀπέστησαν.