Ancient Greek
357.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 357.2
Unproofread scanNot analysed yet
378. Ὅτι Καλαβροὶ καὶ Ἰάπυγες ἀρχονται μὲν ἀπὸ Τάραντος, καὶ τοῦ τῶν Μαρσῶν ἔθνους, τέτταται δὲ μέχρι τῆς παραλίου Ὑρίου, ὅπου σύρεται, φησίν, ἡ Ἀδρίας ἄλμυ εἰς τὸν Ἀκυλῖτον κόλπον, ἤτοι τὸν περὶ Ἐνετίαν, τὸν τῆς Ἀδριάδος μυχὸν, ὃς λέγεται καὶ Ἀκυλεῖσιος, κατὰ σχηματισμὸν τύπου Ἰταλικοῦ ἀπὸ Ἀκυλίας. Πόλις δὲ ἡ Ἀκυλία μεγίστη, λεγομένη καὶ Ἀκυλία τετρασυλλάβως, παρανομαζομένη ἀπὸ ἀετοῦ, ὃς ἀκύλας πρὸς τῶν ἐκεῖ ἐλέγετο, πλησιάζουσα μὲν μάλιστα τῷ ἑνδοτάτῳ μυχῷ τοῦ Ἀδρίου κόλπου, ἕωςθεν δὲ οὐσα τῶν Ἐνετικῶν ὁρῶν, καὶ, ὡς τινὲς φασί, ἀπὸ θαλάσσης ρν’ μίλια κειμένη, Ῥωμαίων κτῆμα.