Ancient Greek
360.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 360.2
Unproofread scanNot analysed yet
389. Ὅτι τῆς Ἰλλυρικῆς χώρας πέρας αἱ ἁλῆβαστοι κολῶναι, τὰ Κεραύνια ὄρη, οὕτω καλούμενα διὰ τὸ συχνὸς ἔχει πίπτειν κεραυνούς. Περί δ κατεῖ καὶ ἡ τῆς νέας Ἡπείρου μητρόπολις, ἧ ποτε καλουμένη Ἐπίδαμνος, ἤτοι τὰ Δυρράχιον, δηλοῦν ἐκ τῆς τοιαύτης κλήσεως τὴν τοῦ τόπου τραχύτητα· δυσράχιον γὰρ ἐστιν, ὅ ἐστι δυσέξογον· τρέψαν δὲ τὸ σ εἰς ρ εὐρυνώτερον λαλεῖται Δυρράχιον, καθὰ καὶ τὸ Τυρσηνὸς Τυρρηνός, ταρσὸς ταρρὸς ὁ καλαβίσκος, πυρὸς πυρρός, καὶ ἄλλα. Ἀρχὴ δὲ τὰ Κεραύνια ὄρη τοῦ Ἀδρίου καὶ τοῦ Ἰονίου πελάγους, ὧν εἰ καὶ τὸ στόμα κοινόν, ἀλλ' αὐτὰ διαφέρει τῇ θέσει. Ἴονος μὲν γὰρ κόλπος ὁ μετὰ τὸ στόμα εὐθὺς, ἀπὸ τινος ἡγησαμένου τῶν τόπων ἔχων τὴν κλῆσιν, ἢ καὶ ἀπὸ τῆς Ἰούς· Ἀδρίας δὲ ὁ ἔντος μέχρι τοῦ μυχού, ἀπὸ Ἀδρίας, πὼς προερέθη, πόλεως ἐπιφανούς, ἢ ἐξ ὁμωνύμου ποταμοῦ. Ἔχει δὲ ὥσπερ τρίτον τι τμῆμα ὁ Ἀκυλήσιος κόλπος, ὡς ἀνωτέρω ἔφη ὁ Διονύσιος. Εἰσὶ δὲ καὶ πρὸς ἄρκτον τοῦ βορείου Καυκάσου ὄρη Κεραύνια. Ἴλιριοὺς δὲ φασὶ τὸ ἔθνος κληθῆναι ἀπὸ Ἴλλιριού, παιδὸς Κάδμου καὶ Ἁρμονίας.