Ancient Greek
362.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 362.1
Unproofread scanNot analysed yet
χερρόνησος, ὅμως δὲ νῆσος μὲν λέγεται, ὡς παρὰ βραχύ τιναῦτη ὕσα παρὰ τὸν ἰσθμὸν δηλαδὴ, τοῦτέστι τὸν ὀλγοστάδιον αὐχένα, καὶ ὡς θαλασσίῳ κατὰ τὸν Διονύσιον ἑστεμμένη κολποις ἔνθα καὶ ἔνθα· ὅπερ ταῦτόν ἐστι τῷ ἀμφιᾶλος. Καὶ ὅρα τὸ ἑστεμμένη ἀντὶ τοῦ κυκλωμένη. Καὶ ἔστιν ἐνταῦθα καλλῖον οὕτως εἰπεῖν, παρόρῃ ἀνωτέρω ἐπὶ τῆς Ἑλλάδος ἔφη, ἐξώσθαι αὐτὴν διςσαῖς θαλάσσαις εἰπόν. Καὶ διὰ τοῦτο μὲν ὀνομάζεται νῆσος. Πελοπὸς δὲ λέγεται διὰ τὸν Φρύγα ἢ Λυδὸν Πέλοπα κυριεύσαι ποτὲ αὐτῆς, ἐπιγαμβεύσαντα Οἰνομάῳ. Λέγεται δὲ οὐ μόνον συνθέτως Πελοπόννησος διὰ τῶν δύο νν, ὡς Ἐκατόννησοι, αἱ τοῦ Ἐκάτου, ἤγουν Ἀπολλώνιος, νῆσοι, ἀλλὰ καὶ ἀπλῶς, ἤτοι ἀσυνθέτως, ποτὲ μὲν Πελοπίᾳ γῃ, ὡς παρ’ Εὐριπίδῃ εὑρίσκεται, ποτὲ δὲ νῆσος, ὡς αὐτὸς ὁ Διονύσιος ποιεῖ ἐν τῷ περὶ Ἀρχαδῶν λόγῳ, ὅσπερ καὶ τὸ πρὸ τοῦ Εὐξεινοῦ ὕδαρος στόμα τε ἀπλῶς λέγει καὶ στόμα Πόντου συνθέτως· οὕτως δὲ καὶ τὰς Θερμοπύλας Πύλας ἀπλῶς λεγομένας εὑρίσκομεν. Ἔστι δὲ κατὰ τὸν ἰσθμὸν ἡ Πελοπόννησος συνεχὴς τῇ τῆς Ἑλλάδος πείρῃ. Συννάπτεται γὰρ ὁ τόπος ἐκεῖνος τῇ Ἑλλάδι, καὶ ἔοικε πλατύσαντι πεταλῷ μπουρίζοντι, τοῦτέστι κατὰ μυχὸν οὐρὰν στενουμένου καὶ λεπνουμένου, κατὰ τὸν ἄκρον μύσγον, ἤτοι κατὰ τὸν καυλόν, οὗ τὸ φύλλον ἐξήρτηται. Καὶ ὁ μὲν ἰσθμός, φησί, τῆς Πελοποννήσου ὁ τεσσαρακονταστάδιος, εἰργόμενος στενός, ἔοικε τῷ ἄκρῳ μύσγῳ τοῦ φύλλου, βόρειος ὢν καὶ κοινὸν ἐπ’ Ἑλλάδος ἤγος ἐρείδων, ὡς τῆς Ἑλλάδος κατὰ συνέχειαν εἰδὲς καμμένης, ὡς εἴρηται, μετὰ τὸν ἰσθμόν. Ἡ δὲ τῆς ἰσως ὡς ἡπείρου περίμετρος τῷ πολυδινήντῳ φύλλῳ παρέοικεν, ὡς πολλὰς ἐπικλάσεις ἔχουσα καὶ καμπὰς καὶ ἄγκυλπώματα, καθ’ ὁμοιότητα τοῦ τῆς πλατάνου φύλλου. Διὸ καὶ ὁ Πίνδαρος πολύγναμπτον μυχὸν λέγει τὴν Πελοπόννησον· ἀκρόπολιν δὲ τῆς Ἑλλάδος οἱ παλαιοὶ φασὶ τὴν Πελοπόννησον.